(no subject)
Ἐπίνοιαν ἔχων σοφίαν ἢ ἐπιστήμην ζητῶ. ἐν βιβλίοις δὴ ζητῶν οὐδὲν ηὑρον καίπερ μακρὸν χρόνον θηρῶν. βούλομαι οὐκοῦν ἐρωτᾶν τι. νῷ μὲν τὴν γνώμην ξυνίημι, λόγῳ δὲ σημαίνειν ἀπορῶ · εἰ γὰρ οὐ λέγειν δυναίμην, πῶς ἐρωτῳην ἄν ; ἔτι μεῖζόν μοι ἐμποδῶν ἐστίν · κρυπτόν τε καὶ ἄρρητον εἰδείην ἄν. οὔτε θέλω ξένον λιπαρῆσαι οὔτε φίλον ἀδικῆσαι. σιγῶν εὐλαβοῦμαι, καὶ οὐδαμῶς μανθάνω.