(no subject)
18 April 2009 07:15 pmΟὐ μὲν ἐπὶ τὸ ῥᾳθυμεῖν ἐπικλίνω, ὀκνηρὸς δὲ εἰς τὰς ἐμὰς βουλὰς γίγνομαι. Καὶ ἐν τῷ πίνακι καὶ ἐν χαρταρίοις τισὶ μεταξὺ τῶν λόγων πολλὰς βουλὰς ἐγγράφω · ἀλλ' ἃς ἄλλως σιωπῶ, τάσδε αὐτὰς ἀρρήτους φοβούμενος καί τε φοβούμενος μὴ διαφθείρωνται. Πόσας ἔτι βουλὰς μάτην ἢ ἀμελῶς ἐδήλωσα καρποὺς οὐδέποτε φερούσας ; Αἰσχύνομαι δὴ λέγων. Ἥδε ἐφημερὶς ἀναρίθμους τῶν ἐκείνων ὑποδέχεται · τόδε, φημί, ποιῆσαι θέλω, τοῦτο μανθάνειν βούλομαι, ἐκεῖ ἐπανέρχεσθαι ἐβουλεύσα. Ὡς μνημονευτικὰ τὰς βουλὰς ἔγραψα, μᾶλλον δὴ ὡς κέντρον ἵνα δεδηλωμένων μὴ ἀμελοίην. Οἴομαι δ' ἀχρήστως δηλῶσαι · οἱ γὰρ φίλοι ἢ οὐκ ἀναγνοντες ἀγνοοῦσιν ἢ ἐπιλανθάνονται ἢ οὔ γέ μοι πιστεύουσιν. Ὠφέλιαν δὲ οὐκ αἰτῶ, οὔτε ἀνθρώπων τινὼν ἄρχω ὥστε τῶν μεγάλων βουλῶν ἀποτυγχάνω. Μεγάλοι γάρ μοι ὄνειροι. Τὴν οὖν φιλτάτην τήμερον ἑσπέρας ὠφέλιαν αἰτεῖν τολμήσω, ὅτι ἀνθρώπους πείθειν εὖ ἐπιστάται. Εἰ μὴ πρῶτον τὴν σιγὴν νικῴην, οὐδὲν δυναίμην ἄν.