19 January 2010

Εἰς δὲ τὴν Αἴγυπτον ἐπορευσάμην καὶ τὰς πόλεας ταὶς μεγάλας εἶδον, καὶ τὰ ἔργα τὰ τῶν πάλαι θνῄτων βασιλέων ἐθαύμασα. ἐν ταῖς πόλεσιν παρὰ τῷ δήμῳ περιπολῶν ἤκουσα τῶν σόφων, καὶ ἐπηρώτησα τοὺς μάντιδας, ἀλλὰ μακρὸν χρόνον οὐκ ἔμεινα · ὥστ' ἀποχωρήσας εἰς τὴν ἐρημίαν ἐπορευσάμην.

Καὶ τὴν ψάμμον διεπερήσα · οὐδενὸς ἔτυχον, οὔτ' ἀνθρώπου, οὔτε ζῴου · καὶ ὁ ἄνεμος ἐσίγησεν. πρὸς δὲ τὰ ὅρη βαδίζων εἰς ῥακτόν τε καὶ αμφίκρημνον χωρίον. περιπολῶν ἐν τῷ ξουθῷ λιθίνῳ λαβυρίνθῳ δαίμων τίς με ἐκάλησεν, λέγων μεγάλην σοφίαν ἐχειν, γνῶσίν μοι ὑποτείνειν. εἰς τὴν πέτρου σκιὰν αὐτῳ προσέβην · οὐ δὴ ἐφοβησάμην.

Δεινὸς μὲν τῷ νυκτερίδος προσώπῳ ἦν ὁ δαίμων, γλυκὺς δὲ λόγος. ἐν σκιᾷ φίλως ὥρην ἐλαλήσαμεν, ἀλλὰ τέλος σπουδαιολόγησεν · οὔκ εἰμι, ἔφη, ἐφιάλτης καίπερ ὡς οἰόμενοί με οἱ ἀπαίδευτοι, σὺ δὲ τὰς πάλαι ὁδοὺς τιμᾷς ὥστε σε στεφανώσω. εἴπων τόν μοι ὧμον ἔδακεν, καὶ ὁ ἰὸς ἐρρύη εἰς τὴν καρδίαν. κάθευδέ νυν, ἔφη, ὦ φίλε, καὶ ἡμερῶν ὀλίγων ἄρξει γιγνώσκειν...

Ἐγειρσάμενος ἐν τῇ τοῦ πέτρου σκιᾷ μόνος τὸν δαίμονα οὐκ εἶδον. ἤλγουν μὲν τόν ὧμον, τὸ δὲ τραῦμα τάχιστα ὑγιάζετο. τῆς μεγαλῆς σοφίας γιγνομένης ᾐσθανόμην ὡς ἐν πολλῇ τῆς νηνέμου ερημίας σιωπῇ ἤκουον τὰ τοῦ κόσμου κρυπτά. πάλιν ἐχώρησα τὴν πετρωδῆ ἀτραπόν.

Ξυμμέτρως ἀφικόμην πρὸς χριστιανὸν ἱερόν τι, ἀμελείᾳ καὶ χρόνῳ ἐρείψιμον · οἱ τῶν θεμελίων λίθοι σαθροί, κυφοὶ οἱ τοῖχοι, ὁ ὄροφος τετρημένος. τὸν ἱερὸν διῴκει γεραιὸς ἱερεύς τις, ὁς ἐφύλαττε καὶ σπανίως ξενοδόκει. εἰσηλθὼν οὐδαμοῦ τὸν ἱερέα εἶδον, ἀλλ' οὐκ ἦν ἐντὸς μόνος · ἐν δὲ ἱερῳ δύο ὁδοιπόροι, ἀνὴρ καὶ γυνή, τὰς τοιχογραφίας τὰς σηπομένας βλέποντες. ἐδόκουν μου ἀμελεῖν.

Ἱκόμην τὸν βώμον, καὶ οὐδὲν ηὗρον, οὔτ' ἀντρωπίνον οὔθ' ἱερόν, ἵνα μελλήσω τὸ ἱερὸν ἀπολείπειν. βουλόμενος δὲ πάντα πρῶτος σκέψεσθαι, ἀνέβην στενὴν κλίμακα. ἐν σκοτειῷ πεδίῳ εἶδον θωμὸν βαθρῶν, θαυμασίως ποτὲ ποικίλων, νῦν δὲ φλογιστῶν. εἰς τοῖχον διέδυν παρὰ ἔμπυρον ξύλωσιν καὶ σιδηροῦς δόκους. ἔπειτα ἐκέβην εἰς πύργον τινὰ, ἀφ' οὗ οἱ τοῖχοι πολὺ πεσόντες. ἐρειδόμενος δὲ χερὶ ἀσβολώδους δόκου ἐθεασάμην τὸν ὁρίζοντα. τέλος κατεπήδησα ἐκ τοῦ ὀρόφου.

Στήρεσιν τοῦ θείου λιπὼν ἀπῆλθον εἰς τὴν ἱερὰν καὶ τ' ἀρχαῖαν ἐρημίαν.

Profile

beluosus: (Default)
beluosus

December 2025

M T W T F S S
1234 567
891011121314
15161718192021
2223242526 2728
29 3031    

Page Summary

Style Credit