12 March 2010

—Γοητείαν, ἔφη μοι ἡ φίλη, νῦν βούλομαι · πανταχῆ δὲ ζητοῦσα οὐχ ηὕρισκον. ἔχω γὰρ πολλὰ περὶ τὴν μαγευτικὴν βίβλια, ἀλλὰ δὴ ἃ ἀποστεφάμενα τῆς γοητείας τε καὶ τῆς νεκρομαντείας.

Οῖδα αὐτὴν τὴν τῶν ἄστρων μαγείαν καὶ τὴν αστρονιμίαν μανθάνειν, ἀλλὰ τάδε τὰ ἔργα τὰ τῶν παλαιῶν φιλοσόφων περὶ αὐγῶν καὶ τῶν πλανήτων πραγματεύεται. ἐγὼ δὲ τοιαῦτα βίβλιά νυν ἀνεγίγνωσκον, ὥστ' ὀλίγα τινὰ αὐτῇ παρῄνεσα.

Ἀκούσασα εἶπε φαρμακίδα, ἱερείαν τοῦ οὑδου, ἐπελθεῖν. ψευδῶς τῇ φαρμακίδι ἔλεγεν τὸν ἐραστὴν αὐτὴν λιπὼν νέαν ἐράστριαν ἐχειν, καὶ τιμωρίαν βούλεσθαι · ἀλλ' ἡ τυμβὰς ἢ ἐπίστευσε ἢ ἠμέλησεν, ὡς φάρμακα ἐπώλησεν.

Θησαυρὸν ἐπειδὴ ἐδήλωσεν, οὗ πρῶτον βυβλὸς ἕνεκα τοῦ κήλημα γράθαι · εἰ τὰ τῶν ἐραστῶν ὀνόματα γράφεται πόῤῥω καὶ καθ' ἡμέραν ποῤῥωτέρω, μεθ' ἑβδομάδα ἀλλήλους μισήσουσιν οἱ ἐρασταί. καί ἐστι κανδήλη, ἣ φαίνεται ὡς κανδήλη τινὰ τῆς σανταρίας, ἣ κατασιωπᾷ δεῖνα οὗ τὸ ὄνομα γεγραμμένον φέρει. καὶ δὴ ἔχει πυξίδα κονίας, τόδε τὸ γουφερ δυστ ὀνόματι · κράσις οὖσα τοῦ θείου καί τε γῆς ἐκ τύμβου. τὸ δὲ μέγιστον φάρμακον · ἀγγεῖον ὑάλου, βυβλίνῃ λεπίδι ὡς ἐκ μεγάλου ὄφεως κοσμησαμένη, ἐν ᾧ κακίστη συγκράσις γῆς καὶ ὕλης καὶ ὀδώντων καὶ ὀστέων καὶ οὔρου.

Νὴ Δία ! σχεδόν τι προσήκει τῇ φίλῃ δυναταῖς φαρμακίσιν οὐ ψεύδεσθαι.

Profile

beluosus: (Default)
beluosus

April 2025

M T W T F S S
 1 23 456
78910111213
14151617181920
21222324252627
2829 30    

Page Summary

Style Credit