(no subject)
14 February 2014 05:07 pmΧθὲς (μᾶλλον προσελθούσῃ ἡμέρᾳ Ἀφροδίτης · τῆς δακτυλογραφῆς γε ἀργῶ ) τὰ γενέθλια δείπνῳ μετὰ φίλων ἐν ἰνδικῳ καπηλείῳ τινὶ ἤγαγεν Ιεφφ. εἴωθα δὴ τοιούτῳ δείπνῳ δυστυχεῖν, τοῦ γὰρ ὄχλου τε καὶ τοῦ θορύβου ἢ κατ' ἐμὲ ἀτακτοτέρου ὄντος καὶ τῆς τροφῆς δαπανηροτερῆς. ἀλλὰ τόδε γὰρ τὸ δεῖπνον ἥδιστον. τὸ καπηλεῖον, Sitara Indian Jazz Restaurant ὀνόματι, ἀήθες. ὥσθ' ὑπισκνεῖται τοὔνομα, τὰ μουσικὰ jazz πολλὰ ἠκούομεν καὶ ἐν τείχοις πολλὰ τῶν μεγάλων μουσικῶν (Trane Miles Bird κτλ.) φωτόγραφα κρέμαται. ἐν ἄρχῃ μὲν τὰ μουσικὰ τοῖς θείοις προσόποις ἡμᾶς θεωμένοις οὐδαμῶς ἔπρεπεν · ψευδο-Manhattan Transfer, σαλσα, μέλος τι, ὃ ἐδόκουν κινεοματιγραφικοῦ δράματος ἀσελγοῦς οὐτ' ἀληθῶς πορνογραφικοῦ ἐκγέγαος. ἐγελῶμεν μᾶλλον ἢ ἐλυποῦμεν, καὶ μῆν ἐκέντησε λόγους περὶ τῆς τῶν δημιοτικῶν μουσικῶν ἱστορίαν. τέλος δὲ δὴ ἀγατηὸν jazz ἡκούσαμεν.
Τρεισκαίδεκα ἦμεν ἐν τῇ τραπέζᾳ · τοῦ θειασμοῦ γε ὁ ὀλέθριος ἀριθμὸς ἐμίμνησκεν. μάλα πρέπει τοιοῦτος θειασμὸς γενεθλίοις γέτων.
Δειπνήσαντες ἐς τὴν χειμερινὴν νύκτα ἐξέβημεν, ὅπου πανταχῇ διεσπειρρσάμεθα, οἱ μὲν οἴκαδε οἱ δ' ἐς τὸ νυκτερινὸν καπηλεῖον, ἐς ἐκεῖνο Dead & Buried. οὐκ ἄπωθεν τοῦ καπηλείου, ἀλλ' ὁ ἄνεμός τε καὶ τὸ ψῦχος ἐδίωκεν ἡμᾶς ὥστε σχεδὸν ἐδράμομεν. πολλοὶ πάρησαν, παρὰ οἷς ἡ Ψυχὴ καὶ ὁ Φλάβιος καὶ ὁ Νικ ὁ ὁξύκομος. ἀλλ' ἄτοπα τὰ μουσικὰ · ᾧ λέγω ἡμᾶς δυσκολαῖναι. ἀληθῶς γέ νυν ἦν ἐγὼ δύσμοιρος καὶ δύσοργος καὶ δυσπαραμύθητος, ἀλλὰ Dead & Buried ἀεί με τέρπει καὶ δυσθυμίαν ἐκβάλλει. ὁ ἀντρώδης Νικ μόλις ἐν τόπῳ DJικῷ ἔμενεν, ὡς ἄλιος τὰ πολλὰ μουσικὰ ἦγεν. ἄλιος ἐλάσσων ὤν. οὐ γὰρ φαῦλος, θαυμαστὸς δ'οὔ. τέλος δὲ Νικ ἀνέβη τὸ βῆμα · ὡρχησάμεθά τοτε ἕως οἱ λύχνοι ἐφλέγοντο. ἔπειτα ἐν μικροφώνῳ ἔλεγε ἓν ἔτι μέλος ἀκούσεσθαι, ὃ ἀκαρὲς ὥρας χρονίζειν. καὶ αὐτὸσ ἐς μέσον χορὸν ἐπήδησε ταραχὴν παρορμῶν · ἁπάντων εἶτα μέλη συνανεβάκχευε, ὦμοι ἀλλήλουσ συνέπιπτον χεῖρες ἀπωθοῦν φίλους τ' εἰς ξένους, ξένους τε εἰς φίλους. καλλίστη πυνκὴ σαίρουσα ἔλαβεν ἐμὲ ὥστ' ἐκυκλώμεθα. ἐὰν οἱ πυνκοὶ ἔχωμεν μυστηρία, ἡ τελευτὴ ᾖ τοῦτο · ὀργιάζομεν γάρ.