23 May 2010

vide Plat. Gorg. 474b ff


Τὸ τοῦ Πλάτωνος βίβλιον Γοργίας ὀνόματι ἀναγνοὺς νῦν πρὸς λόγον τοῦ Σωκράτους διχοστατῶ. οἴομαι δὴ τὸν Πῶλον φρονεῖν λέγοντα τὸ ἀδικεῖν τῆς εὐδαιμονίας οὐκ ἀπέργειν. καὶ μὴν οὖν ἠθικὴν γνώμην ἀποφαίνω, νομίζω δὲ τὸ ἀδικεῖν κακόν, ἀλλ' οὐ δοκεῖ μοι τὸν ἀδικοῦντα λυπεῖσθαι. ὁ δὲ Σωκράτης λέγει ὅτι ὁ ἀδικῶν ἀδικεῖ τὴν ἑαυτοῦ ψυχήν.

Οὐκ ἔστιν ὅπως οὐ νομίζω τὸν Σωκράτην χρῆσθαι τῇ αὐτῇ ῥητορικῇ ὥσπερ ἣν ἐλέγχοντα. ὁ λόγος ἐξαρτᾶται νοήματός τινος τῆς ψυχῆς τε καὶ τῆς δίκης -- ἢ τῆς ὁσίας. ἄλλως ὄναρ ἐστὶ τοῦ ἀδυνάτου ἢ ἔλπις τοῦ ἀσόφου.

Ἡ ἁμαρτία οὐδαμῶς λυπεῖ τὸν ἀδικοῦντα εἰ μὴ ὑπ' ἄλλων ἢ ὑπὸ τοῦ νοῦ αὐτοῦ ζημιοῖ. ὀ νοῦς ἴσως οἶδε τὴν ἀμαρτίαν πονηράν -- κατὰ θεὸν κατ' ἄνθρωπον -- ἀλλὰ ὁ αδικῶν οὐ ζημιοῦται εἰ μὴ αὐτῷ μέλει · ἔχει τὸν καρπὸν τῆς ἀδικίας.

Ἀρχέλαον μέν τινα οὐ γιγνώσκω, τοῖς δὲ πολλὰ ἰδίᾳ πλεονεκτήσασι εἰς συνήθειαν ἐλήλυθα, οὓς πλεονεκτοῦντας εὐδαιμονεῖν τεθέαμαι. ἀδικοῦσί ποτε φίλους. ὁ ἀζήμιος εὐδαίμων. εἰ γὰρ τὴν αὐτοῦ ψυχὴν βλάπτει, παρ' οὐδέν ἐστιν ἄν. ὃς ἂν ἀγνόησῃ τὴν ψυχὴν βλαπθεῖσαν, οὐ λυπὴν αἰσθάνεται. εἰ οἰοίμεθα τόνδε τὸν ἀδικοῦντα ἄθλιον, μόνον ἡμῖν αὐτοῖς ψεύδοιμεν ἄν.

Profile

beluosus: (Default)
beluosus

April 2025

M T W T F S S
 1 23 456
78910111213
14151617181920
21222324252627
2829 30    

Style Credit