25 May 2011

Οίδε οἱ λόγοι οὐκ ἐμοί εἰσιν · περὶ φίλας, περὶ τὰς αὐτῶν λύπας λογοποιῶ. συμπαθῶ γὰρ, ἱνὰ ὁ θυμὸς κάλαμον ἀγῇ.

...

Ἑσπέρᾳ μὲν ἡμέρας Διὸς φίλη τις, μόνη οὖσα ἐν μέσῳ Ἄστει, ταξὶ ἐκάλησε, ὁ δ' ἡνίοχος αὐτὴν μεθύουσαν οὐκ ἐδέξατο. τό γε ἀπαρνεῖσθαι ἄδικον, καίτοι αἰσχρόν. Ἄλλος ἡνίοχος αὐτὴν ἤγαγε, ὃς πονηρὸς ἐβουλήθη βιάζεσθαι. οὐδαμὼς δὴ χείρωμα ἡ φίλη · ἐμαχέσατο τῷ κακούργῳ καὶ ἐνίκησεν. ἀβλαβής ἐστιν, ἀλλ' ἐθυμώθη.

...

Ἡμέρᾳ Κρόνου ἐν τῷ Ὁρατίας καπηλείῳ, ἦ ἡ παννυχίς, « Θανών τ' ἐνθαφείς » ὀνόματι. εἰσβαίνοντας ἰδοῦσα φίλη ὑμᾶς εἰς τὴν τράπεζαν προκαλέσσατο. ὡς ἡδέως ἀλλήλοις ἐλαλοῦμεν. ὕστερον δ' ἦλθε φίλος τις, ὁ πάλαι ἐραστὴς αὐτῆς, καὶ ἡ νῦν ἐράστρια ἅμ' αὐτῷ. καὶ μικρὸν χρόνον ἅπαντες τύχην καλῶς ἐτιθέμεθα. ἀλλὰ δέ ποτε ἐκ τοῦ καπελείου ἐξῆλθον ὡς ἔξωθεν καπνίζοιεν, ὁπου ἔρις τις ἐγένετο. ὁ πάλαι ἐραστὴς αὐτὴν ἔτυψεν ὡς χαμαὶ ἔπεσεν. οἱ ἄλλοι γέται καὶ οἱ τοῦ καπελείου φύλακες ὑπέρτεραν βίαν ἐπαύσαν · τὸ πρόσοπον ἐτετρώκει τε καὶ τὴν στολήν. ἀσθενοφόρον τε καὶ οἱ περίπολοι ἐκαλήθεσαν.

Profile

beluosus: (Default)
beluosus

December 2025

M T W T F S S
1234 567
891011121314
15161718192021
2223242526 2728
29 3031    

Page Summary

Style Credit