3 June 2012



Σήμερον μὲν ὁ δῆμος τὴν τῆς βασιλίδος ἀρχὴν ἄγει, ἐγὼ δὲ τὸν ὄχλον ἐκφεύγων εἰς τὸν Βριταννικὸν Μυσαῖον ἦλθον ὥστθ' ἠ ψυχὴ τοῖς παλαιοῖς τέρπεται. περιπατοῦν παρὰ τῇ τῶν ἑλληνικῶν συλλογῇ εἰς τέλος τὸ οἴκημα ιθ’ παρῆλθον. ἔνθαδε ἡσυχάζοντος ἐν τῇ σκιᾷ πάλιν ἔτυχον μορίου τινὸς ἀγάλματος, θραύματος ὄντος τοῦ τῆς Νεμέσεως κάρητος, ἐκ τοῦ αὐτῆς ἱεροῦ ἐν τῷ Ῥαμνοῦντι. τὴν σεμνότητα τῆς θεοῦ ἀεὶ θαυμάζω, καίπερ τὸ τριτημόλιον μόλις τῆς κεφαλῆς μένον · ἡ κόμη, μιὰ παρειὰ, οὔς, ὄφθαλμος. ὡς μεγάλη, ὡς δεινή ποτε ἐφαίνετο ! ἔτι μεγάλη φαίνεταί μοι. ὁπόταν εἰς τὸν Μουσαῖον ἔρχωμαι, αὐτὴν ἐπισκοπῶ τε καὶ θαυμάζω. ἔτι τοῦ αὐτῆς κράτους, τοῦ τ' αὐτῆς σθένους αἰσθάνομαι.



Μέντοι λυποῦμαι ὁρῶν τόδε τὸ μικρὸν θραῦμα · οὐ μόνον ὅτι διελύθη, κοὐ μόνον ὅτι τὰ ἄλλα μόρια ἐν θήκῃ που κρύπτεται, ἀλλ' ὅτι οἱ τοῦ Μουσαίου ξένοι παρέρχονται αὐτὴν ἀγνοοῦντες. τὸν γοῦν λόγον γράφων ἡμίσειαν ὥραν ἐν τῷ οἰκήματι ἔμεινα, πόρρω τῆς θεοῦ πρὶν τῶν στηλῶν προσταχθεὶς μὴ τοὺς ἄλλους ἐκφοβῶ. ὀλίγοι ξένοι -- μόγις εἴκοσι -- τὸ οἴκημα διῆλθον · οὐδεὶς τὴν θεὸν ἠσπάσατο, οὐδεὶς δὴ ἐπαυσεν ὡς γιγνώσκει ὃ εἶναι. μᾶλλον τὸν ταῦρον βλέπουσιν ἅπαντες.


Τὴν δ' ἀσεβείαν δακρύω, ἣν οἴομαι δεικνύναι τὰ νῦν κακά · οἱ ἄνθρωποι τῆς Νεμέσεως ἀμελοῦντες νομίζουσιν ἀνοιμωκτὶ ποιεῖν, οὐ κατέχουσι τὴν ὕβριν. αἰαί ! μώρως πολεμοῦσιν, μώρως τυραννίδα φέρουσιν, μώρως τὴν γὴν σήπουσιν, μώρως τὰ χρήματα προσκύνουσιν. ὀλιγωροῦσι γὰρ τὴν Νέμεσιν. ἀλλ' ἔγωγε σε τιμῶ, ὦ πότνια, καὶ θαυμάζω.

Profile

beluosus: (Default)
beluosus

July 2025

M T W T F S S
 12 34 56
78910111213
14151617181920
21222324252627
28293031   

Page Summary

Style Credit