Εἰς τὸ τοῦ ἁγίου Παύλου ἱερὸν ἥκω. Πανταχῆ ἀγάλματά τε τορείας τε μαρμάρῳ συγκείμενα ὁρῶ · πόσαι Νῖκαι τοὺς πολεμιστὰς στεφανοῦσιν, πόσαι Ἀθῆναι ἢ Βριτάννιαι στηρίζουσιν ; πόσαι νύμφαι ἐπὶ τοῖς μνημάσι δακρύουσιν ; Οἱ μὲν στρατηγοὶ ἐφ' ἵππου πίπτουσιν, οἱ δὲ ναύαρχοι ἐν νηί. Ὁ μὲν Ἡρακλῆς τὸν θανάσιμον ἐκ τῆς μάχης ἑλκει, ὁ δὲ Ποσειδῶν τὸν νέκυν φέρει. Οἱ κάτω ἐν λίθῳ πάλιν αποθνήσκουσιν ὡς ἀθανάτοι γίγνονται.
Τοσοῦτοι δὲ στρατιῶται ! ἆρα ὅδε ὁ ναός ἐστιν ὁ τοῦ Ἰήσου ἢ τοῦ Ἀρεος ;
Τοσοῦτοι δὲ στρατιῶται ! ἆρα ὅδε ὁ ναός ἐστιν ὁ τοῦ Ἰήσου ἢ τοῦ Ἀρεος ;