Μεσημβρίᾳ, τῆς ὥρας θερμῆς οὔσης, ἐν δένδρου τινὸς σκιᾷ στίχους υ´ μάλιστα τῆς τοῦ Σοφοκλέους Ἀντιγόνης ἀνέγνων. μάλα μὲν τὰς τοῦ Σοφοκλέους παιδιὰς φιλῶ, νομίζω δὲ τὸν Αἴσχυλόν τε καὶ τὸν Εὐριπίδην κρείττονας εἶναι ποιητάς.

Τοὺς γὰρ τοῦ Αἰσχύλου λόγους ἀναγιγνώσκων, τὸ στίχων κάλλος πολλάκις μοι θαῦμα παρέχει · οὐκ ἔστιν ὅπως οὐκ αὖθις αὖ πάλιν τὸν στίχον ἐμαυτῷ λέγω. τῇ δὲ ποιήσι τῇ τοῦ Σοφοκλέους οὐδ' ὡς τέρπομαι.

Οὐδαμῶς δὴ ἀρνοῦμαι τὴν ἀρετήν · τῇ σεμνότητι ἀεὶ ἥδομαι.

Εὑρον μέντοι β´ στίχους ὧν τὸ μέτρον καὶ τὴν εὐστομίαν ἐθαύμασα ·

     ἄκλαυτος, ἄφιλος, ἀνυμέναι-
     ος ταλαίφρων ἄγομαι
     (Soph. Ant. 876-7)

Ἀτὰρ δὴ εἰς τὸ βιβλίον τῶν τοῦ Αἰσχύλου πάντων παιδιῶν εἰκῇ ἐμβλέψας τήνδε τὴν καλλίστην ῥῆσιν ἐτυχον ·

     ἐμοὶ δ᾽ ὄνειδος ἐξ ὀνειράτων μολὸν
     ἔτυψεν δίκαν διφρηλάτου
     μεσολαβεῖ κέντρῳ
     ὑπὸ φρένας, ὑπὸ λοβόν.—
     πάρεστι μαστίκτορος δαΐου δαμίου
     βαρὺ τὸ περίβαρυ κρύος ἔχειν.
     τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί,
     κρατοῦντες τὸ πᾶν δίκας πλέον
     φονολιβῆ θρόνον
     περὶ πόδα, περὶ κάρα.—
     πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων
     βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.
     (Aesch. Eum. 155-167)

Profile

beluosus: (Default)
beluosus

January 2026

M T W T F S S
   1234
567 891011
12131415161718
19202122232425
2627 28 293031 

Style Credit