Χθὲς ἐν τῷ διδασκαλείῳ, οὗ ἐργάζομαι, ἡ τοῦ κώδονος κλαγγὴ ἐψόφησεν.

ἆρ' ἄλλη πεῖρα, ἔφησαν ἅπαντες, τί δέ ; τοῦ γε κώδονος ἤδη ἐπειρήσαντο. καίει τὸ διδασκαλεῖον ; οὐκ εἰκός.

ἀλλὰ ὁ κώδων οὐκ ἐπαυσεν, ὡς σχετλιάζοντες τὸ οἰκοδόμημα ἀπολείψαμεν. θέρους ὄντος, εἴσι δισχίλιοι ἔτι ἐν διδασκαλείῳ. πολλοὶ μὲν εἰς τὴν ἀγορὰν τὴν πρὸ τοῦ διδασκαλείου ἐξῆλθον, ἐν ᾗ καθ' ἡμέραν παῖδες ἐν πηγαῖς παίζουσιν. ἐγὼ δὲ εἰς τὸν σταθμὸν Σταυρὸς Βασίλειος ὀνόματι ὡρμησάμην παῖδάς τε καὶ πνῖγος φεύγων. ἡμερωτέρη χώρη ὁ σταθμός ! ἐν θερμοπολίῳ αἱ χαρίεσσαι πολωνικαί μοι καφὲς δωρεὰν ἔδοσαν.

μεθ' ἡμιώριον ἐπανῆλθον. χρονίζονται γὰρ ἀεὶ ἡμιώριον ταῦται ἀπολείψεις · τοσοῦτοί γ' ἐν τοσούτῳ οἰκοδομήματι.

ἀλλὰ μεθ' ἡμιώριον πάλιν τὴν τοῦ κώδονος κλαγγὴν ἀκούομεν, πάλιν χρὴ ἅπαντας ἐξέρχεσθαι. παῖδές τινες πάλιν τὸν κώδωνα ἐνήργησαν. ἡδοντο ἀπανιστάμενοι τὰς μυριάδας ἐκ τοῦ οἰκοδομήματος. οἱ δ'ἀρχιτέκτονες δημόσιαν ὁδὸν διαμπερὲς τοῦ διδασκαλείου ἔθεσαν · μωροί !

Profile

beluosus: (Default)
beluosus

January 2026

M T W T F S S
   1234
567 891011
12131415161718
19202122232425
262728293031 

Style Credit